(Ματθ. κβ´ 35-46)
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ ᾿Ιησοῦ πειράζων αὐτὸν καὶ λέγων· Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; ῾Ο δὲ ᾿Ιησοῦς ἔφη αὐτῷ· «᾿Αγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου». Αὕτη ἐστὶ πρώτη καὶ μεγάλη ἐντολή. Δευτέρα δὲ ὁμοία αὐτῇ· «᾿Αγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». ᾿Εν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται. Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ ᾿Ιησοῦς λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστι; Λέγουσιν αὐτῷ· Τοῦ Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου»; Εἰ οὖν Δαυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστι; Καὶ οὐδεὶς ἐδύνατο αὐτῷ ἀποκριθῆναι λόγον, οὐδὲ ἐτόλμησέ τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
Απόδοση:
Εκεῖνο τὸν καιρό, κάποιος νομοδιδάσκαλος πλησίασε τὸν ᾿Ιησοῦ καί, γιὰ νὰ τὸν φέρει σὲ δύσκολη θέση, τοῦ εἶπε· «Διδάσκαλε, ποιὰ εἶναι ἡ πιὸ μεγάλη ἐντολὴ στὸν νόμο;» Αὐτὸς τοῦ ἀπάντησε· «Ν᾿ ἀγαπᾶς τὸν Κύριο τὸν Θεό σου μ᾿ ὅλη τὴν καρδιά σου, μ᾿ ὅλη τὴν ψυχή σου καὶ μ᾿ ὅλο τὸν νοῦ σου. Αὐτὴ εἶναι ἡ πρώτη καὶ πιὸ μεγάλη ἐντολή. Δεύτερη, ἐξίσου σπουδαία μ᾿ αὐτήν· ν᾿ ἀγαπᾶς τὸν πλησίον σου ὅπως τὸν ἑαυτό σου. Σ᾿ αὐτὲς τὶς δύο ἐντολὲς συνοψίζονται ὅλος ὁ νόμος και οἱ προφῆτες». ᾿Εκεῖ ποὺ ἦταν συγκεντρωμένοι οἱ Φαρισαῖοι, τοὺς ρώτησε ὁ ᾿Ιησοῦς· «Τί νομίζετε γιὰ τὸν Μεσσία; Ποιανοῦ ἀπόγονος εἶναι;» «Τοῦ Δαβίδ», τοῦ ἀπαντοῦν. Τοὺς λέει· «Πῶς τότε ὁ Δαβίδ, ὁδηγημένος ἀπὸ τὸ Πνεῦμα, τὸν ὀνομάζει “Κύριο”; Λέει· ῾Ο Κύριος εἶπε στὸν Κύριό μου· κάθισε στὰ δεξιά μου ὥσπου νὰ ὑποτάξω τοὺς ἐχθρούς σου κάτω ἀπ᾿ τὰ πόδια σου. ῎Αν, λοιπόν, ὁ Δαβὶδ τὸν ὀνομάζει “Κύριο”, πῶς εἶναι ἀπόγονός του;» 46Κανένας δὲν μποροῦσε νὰ τοῦ ἀπαντήσει, οὔτε τολμοῦσε πιὰ κανεὶς ἀπὸ κείνη τὴ μέρα νὰ τοῦ θέσει ἐρωτήματα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου